Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.159 Dem. 19.163 (English) >>Dem. 19.166

19.161καίτοι ταῦθʼ ὅταν ἐξελέγχωνται πάντα, τοὺς χρόνους ἀνηλωκότες, τἀν Θρᾴκῃ προειμένοι, μηδὲν ὧν ἐψηφίσασθε πεποιηκότες μηδʼ ὧν συμφέρον ἦν, τὰ ψευδῆ δεῦρʼ ἀπηγγελκότες, πῶς ἔνεστι παρʼ εὖ φρονοῦσι δικασταῖς καὶ βουλομένοις εὐορκεῖν τούτῳ σῴζεσθαι; ἀλλὰ μὴν ὅτι ταῦτʼ ἀληθῆ λέγω, λέγε πρῶτον μὲν τὸ ψήφισμα, ὡς ὁρκοῦν προσῆκεν ἡμῖν, εἶτα τὴν ἐπιστολὴν τὴν τοῦ Φιλίππου, εἶτα τὸ Φιλοκράτους ψήφισμα καὶ τὸ τοῦ δήμου.Ψήφισμα Ἐπιστολή Ψηφίσματα

19.162καὶ μὴν ὅτι τὸν Φίλιππον ἐν Ἑλλησπόντῳ κατελάβομεν ἄν, εἴ τις ἐπείθετό μοι καὶ τὰ προστεταγμένʼ ὑφʼ ὑμῶν ἐποίει κατὰ τὰ ψηφίσματα, κάλει τοὺς ἐκεῖ παρόντας μάρτυρας.Μάρτυρες

λέγε δὴ καὶ τὴν ἑτέραν μαρτυρίαν, πρὸς Εὐκλείδην ὕστερον ἐλθόντα τουτονὶ ἀπεκρίνατο Φίλιππος.Μαρτυρία

19.163ὅτι τοίνυν οὐδʼ ἄρνησίς ἐστιν αὐτοῖς τὸ μὴ ταῦθʼ ὑπὲρ Φιλίππου πράττειν, ἀκούσατέ μου. ὅτε γὰρ τὴν προτέραν ἀπῄρομεν πρεσβείαν τὴν περὶ τῆς εἰρήνης, κήρυχʼ ὑμεῖς προαπεστείλαθʼ ὅστις ἡμῖν σπείσεται. τότε μὲν τοίνυν, ὡς τάχιστʼ εἰς Ὠρεὸν ἦλθον, οὐκ ἀνέμειναν τὸν κήρυκα οὐδʼ ἐνεποίησαν χρόνον οὐδένα, Ἅλου δὲ πολιορκουμένου διέπλευσαν εἰς τοῦτον, καὶ πάλιν ἐντεῦθεν πρὸς Παρμενίωνα τὸν πολιορκοῦντʼ ἐξελθόντες ἀπῆραν διὰ τοῦ πολεμίου στρατεύματος εἰς Παγασάς, καὶ προϊόντες ἀπήντων ἐν Λαρίσῃ τῷ κήρυκι· τοσαύτῃ σπουδῇ καὶ προθυμίᾳ τότʼ ἐχώρουν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.159 Dem. 19.163 (English) >>Dem. 19.166

Powered by PhiloLogic